Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.380 Joseph. AJ 7.384 (English) >>Joseph. AJ 7.387

7.382τῇ δʼ ἐπιούσῃ θυσίας τῷ θεῷ παρέστησαν μόσχους χιλίους καὶ κριοὺς τοσούτους καὶ χιλίους ἀμνούς, οὓς ὡλοκαύτωσαν· ἔθυσαν δὲ καὶ τὰς εἰρηνικὰς θυσίας πολλὰς μυριάδας ἱερείων κατασφάξαντες. καὶ διʼ ὅλης τῆς ἡμέρας ἑώρτασεν βασιλεὺς σὺν παντὶ τῷ λαῷ, καὶ Σολόμωνα δεύτερον ἔχρισαν τῷ ἐλαίῳ καὶ ἀπέδειξαν αὐτὸν βασιλέα καὶ Σάδωκον ἀρχιερέα τῆς πληθύος ἁπάσης. εἴς τε τὸ βασίλειον ἀγαγόντες Σολόμωνα καὶ καθίσαντες αὐτὸν ἐπὶ θρόνου τοῦ πατρῴου ἀπʼ ἐκείνης τῆς ἡμέρας ὑπήκουον αὐτῷ. 7.383

Μετʼ ὀλίγον δὲ χρόνον Δαυίδης καταπεσὼν εἰς νόσον ὑπὸ γήρως καὶ συνειδὼς ὅτι μέλλει τελευτᾶν καλέσας τὸν υἱὸν Σολόμωνα διελέχθη πρὸς αὐτὸν τοιάδε· “ἐγὼ μέν, τέκνον, εἰς τὸ χρεὼν ἤδη καὶ πατέρας τοὺς ἐμοὺς ἀπαλλάσσομαι κοινὴν ὁδὸν ἁπάντων τῶν τε νῦν ὄντων καὶ τῶν ἐσομένων πορευόμενος, ἐξ ἧς οὐκέτι οἷόν τε ἐπανελθόντα γνῶναι, τί κατὰ τὸν βίον πράττεται. 7.384διὸ ζῶν ἔτι καὶ πρὸς αὐτῷ γεγονὼς τῷ τελευτᾶν παραινῶ σοι ταῦθʼ καὶ πρότερον ἔφθην συμβουλεύσας, δικαίῳ μὲν εἶναι πρὸς τοὺς ἀρχομένους, εὐσεβεῖ δὲ πρὸς τὸν τὴν βασιλείαν δεδωκότα θεόν, φυλάττειν δʼ αὐτοῦ τὰς ἐντολὰς καὶ τοὺς νόμους, οὓς αὐτὸς διὰ Μωυσέος κατέπεμψεν ἡμῖν, καὶ μήτε χάριτι μήτε θωπείᾳ μήτʼ ἐπιθυμίᾳ μήτε ἄλλῳ πάθει προστιθέμενον τούτων ἀμελῆσαι·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.380 Joseph. AJ 7.384 (English) >>Joseph. AJ 7.387

Powered by PhiloLogic